Ancient Greek
482.4
Oribasius Med., Synopsis Ad Eustathium Filium 482.4
Unproofread scanNot analysed yet
θ'. Πρὸς τιθηούς. Πάτος φλεγμαινόντων τιθηδν βοήθημά ἐστι δραστικώτατον ἐπιτιθέμενον· ἐὰν δὲ ξηρότερόν σοι φαίνηται, κυπρίνῳ μαλάττε ἢ ῥόδινῳ. 2 Καὶ πρὸς τὸ ἐκ τοκετῶν δὲ σκέσθαι γάλα τυρωθὲν κατὰ τοὺς μαστοὺς 3 χρήσιμον ἰκανῶς ἐστίν. Ὡς δὴ ὡμῷ χρὸμεθα μιγνύντες ῥοδίνου, οὐ μόνον ἐπὶ τισθῶν φλεγμαινόντων, ἀλλὰ καὶ ἐπὶ ἄλλων πλειόνων 4 μορίων. Ὁ ῥύπος ὁ ἐν ταῖς παλαισίραις ἱᾶμα φλεγμονῆς ἐστὶν 5 τισθῶν· καὶ γὰρ τὸ πυρώδες αὐτῶν σβέννυσι, καὶ τὸ ἐπιρρέον ἀναστέλλει, καὶ τὸ περιεχόμενον διαφορεῖ. Κυάμων ἄλευρον μαστῶν 5 καὶ διδύμων ἀγαθὸν ἐστὶ καταπλάσμα· φιλεῖ γὰρ ταῦτα τὰ μόρια μετρίως ψύχεσθαι φλεγμαινόντα, καὶ μάλιστα ὅταν τυρωθῇ τὸ γάλα. 6 Τὸ τῆς ναξίας ἀκόνης ἀπότριμμα τισθοὺς τε παρθένων καλύει πρὸ 7 ὥρας ἐμφυσάσθαι καὶ παίδων ὄρχεις. Χοίρου ἐκτεμῶν κατάχριε τῷ 8 αἵματι τοὺς μαστοὺς, καὶ οὐκ αὔξονται. Τὰς σπαργανώσεις τῶν μαστῶν ἀποκαθίστησι φακὸς ἐψηθεὶς ἐν θαλάσσῃ καὶ καταπλασσομενος, ἢ ἡδύσμονον σὺν ἀλφίτῳ καταπλασθέν, ἄλμῃ πυριωμένη.