Ancient Greek
484.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 484.1
Unproofread scanNot analysed yet
Σβέννυσι δὲ μετὰ ταῦτα ἄλευρον κυάμινον κατὰ ἑαυτὸ καὶ σὺν ἄλφίτῳ καταπλασθὲν, κιμωλία σὺν ὄξει καταχρισμένη, γάλα γυναικείου μετὰ κανείου χυλοῦ, κανείου φύλλα καταπλασθόμενα, ἅλμη πυριωμένη. Τοὺς δὲ χονδριῶντας μασθοὺς παῦει ἰδύοσμον σὺν ἄλφίτῳ καταπλασθὲν, κρόκος σὺν γάλακτι καταχρισμένος, ἄλευρον κυάμινον κατὰ ἑαυτὸ καὶ σὺν ἄλφίτῳ καταπλασθὲν, κυδώνια ἐφθὰ σὺν μέλιτι. Οὐκ ἐξ δὲ ἐπὶ τῶν τιθηνουσῶν γάλα τυροῦσθαι κηροῦ λευκοῦ δέκα τὸν ἀριθμὸν κεγχρίαια τὸ μέγεθος κατὰ ἡμέραν καταπινόμενα.