Ancient Greek
511.1 to 512.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 511.1-512.1
Unproofread scanNot analysed yet
σπλάγχρον· ἔστι δὲ πάντα ταῦτα καὶ τῶν ἐν νεφροῖς λίθων φρυπτικά· μιγύναι δὲ χρὴ τοῖς τοιούτοις καὶ τῶν οὐρητικῶν τι. 8 τοῦ φλεβοτομησαὶ πάντας τοὺς κατασχεθέντας τῷ πάθει τούτῳ 9 καθαρτέον τῇ διὰ τῆς κολοκυνθίδος ἱερᾷ. Ἡ δὲ δίαιτα ἔστω λεπτὴ καὶ 10 ξηραίνουσα. Καὶ χρῆσις παραλαμβανέσθω αὐτοφυῶν ὑδάτων σίλυ- καʹ. Περὶ κάχεξιας. Ἐκ τῶν Φιλουμένου. 1 Τὴν ἀρχὴν τῶν ὑδρωτικῶν παθῶν κάχεξίαν καλεῖν εἰώθασμεθα· 2 θεραπεύειν δὲ αὐτὴν χρὴ φλεβοτομοῦντας μεμερισμένως, ἄχρι τρί- 3 τῆς καὶ τετάρτης ἡμέρας ποιούντας τὴν ἐπαφαίρεσιν. Ἔστω δὲ τὸ 4 πᾶν πλήθος μήτε τριῶν κοτυλῶν πλεῖον, μήτε δυοῖν ἐλαττον ἐπὶ ὧν 5 ἡ αἱμορροῖδος ἀποκοπεῖς ἢ καταμηνίου καθάρσεως ἢ διάθεσις συν- 6 ἐστί· ἐπὶ γὰρ τῶν διὰ ἑτέρας προφάσεις ἐμπεσόντων εἰς τὸ πάθος 7 σπανίως φλεβοτομητέον τῆς δυνάμεως πᾶνυ προτρεπουσης· πρὸ τε πληριωδῶν καὶ νιτρωδῶν μᾶλλον, εἶτα θειωδῶν · τὸ δὲ ἄλλο λουτρὸν σπανίως παραλαμβανέσθω. Θαυμασίως δὲ ὀνήσιν αὐτοὺς καὶ προποτισμὸς ἐνδελεχὴς ἀψυθίου καὶ κοτλασιμοὶ καὶ δρώπακες.