Ancient Greek
512.2
Oribasius Med., Synopsis Ad Eustathium Filium 512.2
Unproofread scanNot analysed yet
κβ'. Περὶ ὑδέρων. Γίνεται μὲν ὕδρος ἢ διὰ ψύξιν ὑπερβάλλουσαν τοῦ ἡπατος, ἢ διὰ πλήθος αἵματος ψυχροῦ κατὰ ὅλον τὸν ὄγκον πλεονάσαντος, ἢ τινων ἑτέρων μερῶν ἰσχυρῶς κατειψυγμένων καὶ συνδιαθεῖναι τὸ ἧπαρ ὁμοίως ἑαυτοῖς δυναμένων · ἄνευ γὰρ τοῦ καταψυγῆναι τὸ ἧπαρ οὐδαμῶς ἂν ὑδρωψ συσταιή · συνδιατίθεται δὲ τὸ ἧπαρ σπληνὶ καταγυέντι καὶ κοιλίᾳ καὶ ἐντέροις, καὶ μάλιστα τοῖς κατὰ νήσιν, πνεύμονί τε καὶ νεφροῖς καὶ διαφράγματι. Συνίσταται δὲ καὶ διὰ ἄμετρον αἱμορρόιδος κένωσιν καὶ ῥοὴν γυναικεῖον καὶ καταμηνίων ἐπίσχεσιν. Διαφοραὶ δὲ εἰσι τῶν ὑδρώπων τρεῖς · ὁ μὲν γὰρ ἀσκιτης