Ancient Greek
516.2 to 517.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 516.2-517.1
Unproofread scanNot analysed yet
κδ'. Περὶ τῶν ἐν νεφροῖς καὶ κύστει παθῶν. Ἐκ τῶν Γαληνοῦ. Τὸ ὀρώδες ϕερίττωμα τῷ λεπτοτάτῳ αἵματι κατὰ τὰς ϕλέβας ἀναμεμιγμένον ἕλκειν εἰς ἑαυτοὺς οἱ νεφροὶ ϕεῦξασιν. Ἐπεὶδὰν οὖν οἱ πόροι, διὰ ὧν ἕλκεται τοῦτο, ϕλέων τοῦ προσήκοντος εὐρυν-θῶσι, συνδιηθεῖσθαι τι τῷ λεπτῷ καὶ τῆς παχυτέρας ὕλης εἴκός, εἶτα ἐὰν τύχωσι σωροδεστέρας τε καὶ δριμυτέρας οἱ νεφροὶ κράσεως, ἀναγκαῖόν ἐστι τὴν παχυτέραν ὕλην θερμαινομένην τε καὶ ξηραινομένην εἰς ἰδέαν ψάμμων τε καὶ σωροειδῶν λίθων συνίστασθαι.