Ancient Greek
517.2
Oribasius Med., Synopsis Ad Eustathium Filium 517.2
Unproofread scanNot analysed yet
3 Τοῖς θερπτοῦσιν οὖν καὶ τέμνουσι χρῆσθαι δεῖ φαρμάκοις ἄνευ τοῦ θερμαίνειν ἐπιφανῶς· ἡ γὰρ ὠλείων θερμότης συνίστησι μᾶλλον ξηραίνουσα· τοιαῦτα δέ ἐστιν αἱ τε τῶν βασιλικῶν ἀσπαράγων ῥίζαι, καὶ αἱ τοῦ βάτου, καὶ ἡ ὕαλος ἡ κεκαυμένη, ἀγρώστέως τε ἡ ῥίζα, καὶ τὸ ἀδίαντον, καὶ τὸ βδέλλιον, καὶ δάφνης τῆς ῥίζης ὁ φλοιός, καὶ ἄλθαίας τὸ σπέρμα, καὶ ἐρεβίνθων οἱ κριοί, καὶ μάλιστα οἱ μέλανες, κεράσου τε τοῦ δένδρου, καὶ κοκκυμλέας τὸ κόμμι, κυπέρου τε ἡ ῥίζα, καὶ παλιούρου ὁ καρπός, καὶ τριβόλου ὁ καρπός, οἱ τε ἀπὸ τῶν σπόγγων λίθοι, καὶ τὸ διὰ τῆς σκίλλης ὄξος. Μαλάχης ἀγρίας ῥίζαν, καὶ πηγάνου ἀγρίου ῥίζαν, καὶ σελίνου ῥίζαν ἐψε μετὰ οἴνου. Τὸ ὑγρὸν ἐκθλίψας δίδου κυάθους δύο καὶ ὕδατος τὸ ἴσον. Οἱ μὲν οὖν ἐν τοῖς νεφροῖς λίθοι συνίστασθαι πεφύκασιν ἐπὶ τῶν παρακμαζόντων, οἱ δὲ ἐν ταῖς κύστεσι ἐπὶ τῶν παίδων. —