Ancient Greek
519.7
Oribasius Med., Synopsis Ad Eustathium Filium 519.7
Unproofread scanNot analysed yet
των· τούτου γὰρ τυγχάνοντος, κἂν s ὑγρὰ φέρηται, μᾶλλον ἀνιάσει· ίτον, ἀμβλυνομένης ὑπ’ αὐτοῦ τῆς λειμμάτων ἀνώμαλοι φρίκαι, πυρετοὶ τε ἐπὶ τούτοις ἀτακτοὶ σημαίνουσιν ἐν νεφροῖς ἀπόσλασιν, ἥς πεφθείσης πύον διὰ οὐρῶν ἐκκριθὲν ἔλκος ἀποδηλοῖ, ταχεῖας χρήζον τῆς βοηθείας· εἰ γὰρ μὴ εὐθὺς ἀπουλωθεῖν, δύσκολον τὴν ἴασιν ἔχει. —Διορίζει δὲ τῶν ἐν νεφροῖς 17 5 ἔλκων τὰ κατὰ τὴν κύσλιν ἐκ τε τῆς θέσεως καὶ τῆς ἐνεργείας καὶ τῆς ἰδιότητος αὐτῶν τῆς οὐσίας καὶ τῆς δυνάμεως· ἐκ μὲν τῆς θέσεως, κύστεως μὲν πασχούσης εἰς κτένα καὶ ὑπογαστρῖον αἴσθησις γίνεται τῆς ὀδύνης· νεφρῶν δὲ κατὰ τὰς ψῶας ὀπίσω· ἐκ δὲ τῆς ἐνεργείας δυσουρία μὲν καὶ στραγγουρία διοχλεῖ τῆς κύστεως τὴν 10 αἰτίαν ἔχουσης, ἀκώλυτοι δὲ εἰσιν αἱ οὐρήσεις τῶν νεφρῶν πεπονθότων· ἐκ δὲ τῆς τοῦ σώματος ἰδιότητος, σάρκες μὲν ἰνώδεις ἐκ νεφρῶν διαχωροῦσι, λεπίδες δὲ ὑμενώδεις τῆς κύστεως ἠλκημένης· ἐκ δὲ τῆς δυνάμεως, κύστεως μὲν ἰσχυρῶς ὀδυναμένης ἐπὶ ταῖς ἔλκωσεσι,