Ancient Greek
521.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 521.1
Unproofread scanNot analysed yet
νεφρῶν δὲ ἀμυδρῶς, καὶ ὡσπερ ἐγκειμένου ταῖς ψοαῖς βάρους 18 αἰσθησιν ἔχοντων. Καὶ ἐν τοῖς οὐρητικοῖς δὲ πόροις συνίσταται πότε ἕλκωσις, καὶ πύον οὐρεῖται καὶ αἷμα· κεῖνται δὲ οὗτοι μεταξὺ νε- 19 φρῶν τε καὶ κύστεως. Αἰδοίου δὲ ἑλκωθέντος πύον καὶ αἷμα διαχω- 20 ρεῖται καὶ χωρὶς οὐρῶν. —Πρὸς τὰ ἐν νεφροῖς ἀποστήματα καὶ κύστει· Λινοσπέρμου, σικύου σπέρματος, μήκωνος λευκῆς σπέρματος, 21 τραγακάνθης ἀνὰ ∠β', ἀμύλου ∠δ'. Τροχίσκους ἀνάπλατε καὶ δί- 22 δου. —Πρὸς τὰ ἐν κύστει ἕλκη μετὰ φλεγμονῆς· Στροβίλια κ', σικύου 23 ἡμέρου σπέρματος κόκκους μ', ἀμύλου, νάρδου ἀνὰ ∠α', σελίνου σπέρματος ∠ε'. Ἐν ξέση ὕδατος ἐψεται νάρδος, σέλινον, εἶτα τοῦ 24 ἀφεψήματος μίγνυνται τοῖς προγεγραμμένοις κύαθοι β'. Πρὸς τοὺς 10 αἱμορραγοῦντας ἀπὸ κύστεως· Σχισλῆς ∠α', τραγακάνθης ∠β', κόμ- 25 μεως ὀβολοι ε'. Ἐν γλυκεῖ δίδου.