Ancient Greek
522.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 522.1
Unproofread scanNot analysed yet
κε'. Περὶ σκληρίας νεφρῶν. Ἐκ τῶν Ῥοῦφου. Ὅσαι δὲ σκληρότητες κατὰ νεφροὺς γίνονται, ὀδύνας μὲν οὐκέτι παρέχουσι, δοκεῖ δὲ ὥσπερ τι βάρος αὐτοῖς ἐκ τῶν πνευμόνων κρέμασθαι, καὶ ναρκώδεις μὲν εἰσι τὰ ἰσχία, ἄκρατεῖς δὲ σκελῶν, οὐροῦσί τε ὀλίγα· τὴν δὲ ὅλην ζῆν τοῖς ὑδατουμένοις μάλιστα ἐοίκα-σιν. Τούτους ἀπαλύνειν κηρωταῖς καὶ μαλάγμασι καὶ τρίψεσι καὶ πυριάμασι, καὶ οὐρητικὰ προσφέρειν, καὶ τὴν γαστέρα ὑποκλύζειν.