Ancient Greek
557.2
Oribasius Med., Synopsis Ad Eustathium Filium 557.2
Unproofread scanNot analysed yet
νς'. Περί ποδάγρας καὶ ἀρθρίτιδος καὶ ἰσχιαδικῶν. Ἐκ τῶν Γαληνοῦ. 1 Τῆς ἰάσεως ὁ σκοπὸς τούτων κοινὸς ἐστὶ πρὸς τὰ φλεγμαίνοντα· διαφορηθῆναι γὰρ χρὴ τὸ ῥεῦν εἰς τοὺς τόπους· εἰ μὲν λεπὶδν εἴη, ἐν ἐλάττῳνι χρόνῳ· παχὺ δὲ ὑπάρχον ἢ γλίσχρον ἐν πολείῳ, καὶ πολὺ γε ἐτι μᾶλλον, εἰ γλίσχρον ἄμα τε εἴη καὶ παχὺ, δεήσεται 2 χρόνου μακροτέρου. Πορρώτερω μέντοι τῶν τεσσαράκοντα ἡμερῶν οὐκ ἂν ἔκταθεῖν τῆς φλεγμονῆς ἢ θεραπεία, τοῦ τε ἰατροῦ δηλονότι πράττοντος ὀρθῶς ἀπαντα καὶ τοῦ κάμνοντος εὐπειθοῦς ὑπάρχοντος.