Ancient Greek
558.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 558.1
Unproofread scanNot analysed yet
Ἐνίοτε μὲν οὖν ὁ κατασκήπλων χυμὸς αἱματικός ἐστιν· ὡς τὸ πολὺ 3 μέντοι φλεγματώδης ἢ μικτός· ἀκριβέστερον δέ τις ἐρμηνεύων οὐ φλεγματώδη χυμόν, ἀλλὰ τὸν ἰδίως ὠμὸν ὀνομαζόμενον ἐπικρατεῖν ὡς τὸ πολὺ φήσει κατὰ τὰς ἄρθριτιδας· ἔστι δὲ παχὺς οὗτος ὁμοῖος 5 πω ὕδῳ νεχυμένῃ τῷ σάκει· χρονίζων δὲ ἐν τοῖς ἄρθροις οὐ μόνον παχύτερος, ἀλλὰ καὶ γλισχρότερος γίνεται. Τῶν τε οὖν σάρων ἢ 4 γένεσις ἐκ τούτου, κάπειδὰν γένωνται, μηκέτι ἐλπίσης εἰς τὴν ἄρχαίαν κατάστασιν ἀκριβῶς ἐπανελθεῖν δύνασθαι τὸ ἄρθρον. Ἀρχὴ δὲ 5 ἔστω σοι τῆς θεραπείας ἢ τοῦ λυποῦντος χυμοῦ κένωσις, εἰ μὲν 10 πλῆθωρικὸν εἴη τὸ σῶμα, φλεβοτομίας ἀπάντων πρώτης παραλαμβανομένης, εἶτα καθάρσεως, ἐπὶ ἢ τῶν τοπικῶν φαρμάκων ἐν καιρῷ καὶ τάξει προστινούση, ἐπὶ μὲν τῶν χειρῶν καὶ ποδῶν ἀποκρουστικοῖς τοῦ ρεύματος χρωμένων ἡμῶν, ἐπὶ δὲ τῆς κατὰ ἰσχίον διαρθρώσεως φυλαττομένων τοῦτο δράν· ἐν βάθει γὰρ οὖσης αὐτῆς συν-