Ancient Greek
59.2
Oribasius Med., Synopsis Ad Eustathium Filium 59.2
Unproofread scanNot analysed yet
λδ´. Περὶ τῶν μετασυγκριτικῶν βοηθημάτων. Ἐκ τῶν Γαληνοῦ. Πάντων τῶν ἐπὶ πλείστον χρονιζόντων παθῶν, ὅταν μηδὲν ἀνύη τὰ βοηθήματα, τὴν μετασυγκριτικὴν ὑπὸ τῶν μεθονδικῶν ὀνομαζομένην θεραπείαν ἅπαντες σχεδὸν εἰώθασιν ποιείσθαι· ἐγὼ δὲ ἐπὶ ὧν ἤτοι δυσκρασία τις ὑγρὰ καὶ ψυχρὰ τοῖς πάσχουσι μορίοις ἐστὶ, τὰ διὰ νάπτου καὶ θαψίας καὶ τῶν ὁμοίων αὐτοῖς προσφέρω φάρμακα· ταῖς ξηραῖς δὲ καὶ θερμαῖς οὐ προσφέρω. Πολλάκις δὲ ἀνύουσι τὸ δέον οἱ μὴ διαγιγνώσκοντες τὰς διαθέσεις ὅτι τοῖς πλείστοις τῶν ἀνθρώπων αἱ ψυχραὶ καὶ ὑγραὶ διαθέσεις ἐνοχλοῦσι μοχθηρῶς διαιτωμένοις.