Ancient Greek
59.4
Oribasius Med., Synopsis Ad Eustathium Filium 59.4
Unproofread scanNot analysed yet
λε´. Ὅσα φοινίσσει. Καρδάμου τὸ σπέρμα φοινίσσει καὶ θερμαίνει, καθάπερ τὸ νᾶπυ· ἐλενίου ρίζα ὁμοίως. Τῇ κόπρῳ τῶν νομαδῶν περιστερῶν πάνυ συνεχῶς χρώμαι, καὶ μετὰ καρδάμου δὲ σπέρματος κεκομμένου καὶ διθημένου ἀντὶ νάπυος χρώμαι ἐπὶ ἰσχιάδος καὶ ἡμικρανίας, σκοτωμάτων τε καὶ κεφαλαίας, καὶ κατὰ πλευράς, ἢ ὠμοπλάτας, ἢ τένοντας, ἢ ψῶας ἀλγημάτων χρονίων, καὶ πρὸς τούτοις ἐπὶ νεφριτικῶν καὶ κολικῶν διαθέσεων καὶ ποναγρικῶν καὶ ἀρθριτικῶν, ὅταν γε μηδέπω σύσλασις ἢ ψῶρων.