Ancient Greek · ~4 min
Fragment 1
Origen, Commentarii in epistulam ad Romanos (e cod. Vindob. gr. 166) 1
Not analysed yet
1, 1. Δοῦλον δὲ ἑαυτὸν λέγει ἢ διὰ τὴν ἐπαινετὴν ταπεινοφροσύνην οὐκ ἐκ τοῦ ἔχειν τὸ πνεῦμα τὸ εἰς φόβον τὸν τῆς δουλείας ἄγον ἀλλὰ τὸ πνεῦμα τὸ εἰς υἱοθεσίαν ἀνάγον, ἢ καὶ κατὰ τὸν τῆς διακονίας λόγον. διὸ καὶ ἔφασκε δοῦλος Ἰησοῦ Χριστοῦ ἢ καὶ ὡς μορφούμενος κατὰ θεόν· παραπλησίως ἐκείνῳ ἀναλαμβάνει τὴν τοῦ δούλου μορφήν, καὶ γίνεται τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα τοὺς Ἰουδαίους κερδήσῃ, καὶ πᾶσιν ἑαυτὸν ποιεῖ δοῦλον ἐλεύθερος ὢν ἐκ πάντων κατὰ τὴν ὑψηλοτάτην δουλείαν τὴν πρὸς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καὶ καθὸ ἄγαμος ὡς μὴ δοῦλος ὢν τῆς γυναικὸς ἀλλ' ἐλεύθερος, ἐν τούτῳ δοῦλός ἐστι Χριστοῦ ὡς μὴ μεριζόμενος τῇ κἀκεῖσε ἀλλὰ μόνα μεριμνῶν τὰ τοῦ κυρίου, καὶ οὐ περισπώμενος ἀπὸ τῆς πρὸς τὸν λόγον δουλείας, καὶ καθὸ δουλεύει τῷ ὠνησαμένῳ αὐτὸν ἰδίῳ αἵματι, δοῦλός ἐστι αὐτοῦ. ταὐτὸν δὲ εἰπεῖν δοῦλος Ἰησοῦ Χριστοῦ καὶ δοῦλος λόγου καὶ ἀληθείας καὶ δικαιοσύνης καὶ σοφίας καὶ εἰρήνης καὶ ἤ τι ἄλλο ὄνομα ἀναγέγραπται τοῦ υἱοῦ τοῦ θεοῦ.