Ancient Greek · ~6 min
Fragment 2
Origen, Commentarii in epistulam ad Romanos (e cod. Vindob. gr. 166) 2
Not analysed yet
1, 1. Κληθείη δ' ἂν κλητός γενικῶς μὲν <ὁ> παραλαβὼν χάρισμα, ἰδικῶς δὲ καὶ ὁ λαβών τι ἐξαίρετον παρὰ τοὺς ἄλλους οἷον διακονίαν ἢ προφητείαν ἢ διδασκαλίαν ἤ τι τοιοῦτον. ὡς οὖν ἐν γενικῷ λόγῳ πολλοὶ κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί, ὡς Ἰούδας γέγονε κλητὸς ἀλλ' οὐκ ἐκλεκτός, ὁ οὖν Παῦλος κληθεὶς καὶ κλητὸς γέγονε κατὰ τὸ γενικόν, ἔτυχεν εὐθὺς καὶ τοῦ ἰδικοῦ τουτέστι τῆς ἀποστολῆς. ἀπὸ κοινοῦ δὲ ἁρμόζει εἰπεῖν· Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ καὶ κλητὸς ἀπόστολος Ἰησοῦ Χριστοῦ γέγονεν. εἰωθὼς μὲν ὡς τὰ πολλὰ τὸ ἀπόστολος συνάπτειν εὐθὺς τῷ ὀνόματι τῷ ἰδίῳ, νῦν προστέταχε τὸ δοῦλος Ἰησοῦ Χριστοῦ· τίνος ἕνεκεν; ἐμοὶ δοκεῖν βουλόμενος εἰς πολλὴν εὐλάβειαν Ῥωμαίους ἐναγαγεῖν, ὥστε περὶ παντὸς ποιεῖσθαι τῷ δοῦλος ὅλως ὀνομάζεσθαι τοῦ Χριστοῦ, καὶ μὴ πεφυσῆσθαι τοῖς ἄλλοις ἐκ τοῦ δοκεῖν πάντων κατακρατεῖν· εἰς τοσοῦτον γὰρ ἐντεῦθεν τότε φρονήματος ἤρθησαν, ὥστε λόγος αὐτοὺς εἰωθότας κατὰ ψῆφον τῆς συγκλήτου θεοὺς ἀναγορεύειν οὓς ἂν βουληθεῖεν, ἐπὶ τοῦ σωτῆρος ἡμῶν τοὐναντίον ποιῆσαι· γνωρίσαι μὲν γὰρ αὐτοῖς τὸν [τὸ] τηνικαῦτα τῆς Ἰουδαίας ἄρχοντα δι' ἐκείνων, ὅτι περ Ἰησοῦν ἄνθρωπόν τινα θαυματοποιητὴν γενόμενον οἱ τῇδε μετὰ θάνατον ἐγηγέρθαι κηρύττοντες θεὸν εἶναι παραδιδόασιν, τούσδε δυσχεράναντας ἀποψηφίσασθαι τοῦτο κοινῷ συνεδρίῳ διὰ τὸ παρὰ γνώμην αὐτῶν τετολμῆσθαι. ἦν δ' ἄρα καὶ τοῦτο τῆς θείας χάριτος ἔργον πρὸς τὸ μέλλον οἰκονομησάσης τὸ δέον, ἵνα μὴ κατὰ σπουδὴν ἀνθρωπίνην ὡς πολλὰ πολλάκις καὶ τοῦτο κεκρατηκέναι δοκῇ. διὰ τοῦτό τε οὖν τὸ δοῦλος Χριστοῦ πρὸ τοῦ ἀποστόλου τέθεικε καὶ ἅμα διότι τὸ τῆς ἀποστολῆς οἷς ἂν προσείη ἀξίωμα, χρείας ἄλλων ἕνεκα πρόσεστι, τὸ δὲ Χριστοῦ δοῦλον εἶναί τινα, τοῦτο ἴδιον τοῦ κεκτημένου κέρδος ἐστίν.