Ancient Greek · ~3 min
Fragment 15
Origen, Commentarii in epistulam ad Romanos (e cod. Vindob. gr. 166) 15
Not analysed yet
2, 7. Καὶ ὀργὴ μέν ἐστι ὁ ἑπόμενος τοῖς ἁμαρτάνουσιν ἐπὶ τιμωρίᾳ πόνος, θυμὸν δὲ ὁρίζονται ὀργὴν ἀναθυμιωμένην καὶ λίαν οἰδένουσαν. οὗτος δὲ ὁ θυμὸς ἔργον ἔχει τὸ ἐλέγχειν, ἡνίκα ἄν τις διὰ τὰς ἁμαρτίας πάσχοι τι, ἤτοι τῆς συνειδήσεως αὐτοῦ πληττούσης ἢ ἀκολουθούντων ἐπιπόνων τινῶν τῇ ἁμαρτίᾳ. ἀλλὰ καὶ θλίψις ἕπεται τοῖς τοιούτοις οὐχ ἡ ὑπομονὴν κατεργαζομένη, οὐδὲ ἐν ᾗ τις ἂν καυχήσηται, ἀλλ' ᾗ συνέζευκται στενοχωρία. οὐκ ἂν δέ τις ἐστενοχωρήθη, εἰ ἔσχεν ἀπὸ σοφίας πλάτος καρδίας καὶ ἤκουσε τοῦ ἀποστόλου λέγοντος· πλατύνθητε καὶ ὑμεῖς· συνάγειν γὰρ εἴωθε καὶ στενοῦν τὴν ψυχὴν τὰ κακά, ὡς τὸν διάβολον ὡς ἐν ὀπῇ κατὰ τὸν ὄφιν ἐμφωλεύειν.