Ancient Greek
Fragment 14
Origen, Commentarii in epistulam ad Romanos (e cod. Vindob. gr. 166) 14
Not analysed yet
1, 24—26. Τῆς οὖν θεοσεβείας ἔξω τῆς ψυχῆς γενομένης ἥτις ἐστὶν ἀρετὴ πρώτη, συνεξέρχεται καὶ ἡ σωφροσύνη, καὶ ἀσέβεια εἰσέρχεται εἰς αὐτήν, καὶ ἀκολασία ταὐτῇ ἀκολουθεῖ ταῦτα παραδοθείσης τῆς ψυχῆς· οὐκ ἔπρεπε γὰρ ἐκβληθείσης εὐσεβείας τὸν θεὸν ἔτι φρουρεῖν τὴν ἀσεβῆ ψυχήν, ἀλλὰ παραδοθῆναι εἰς ἀκαθαρσίαν ἵνα ἀτιμάζηται τὰ σώματα αὐτῶν, ναοὶ εἰδώλων γενόμενα καὶ πάσης ἀτιμίας ἄξια. εἰ γὰρ καί τινες ἀσεβεῖς εἰδωλολάτραι ἀσκοῦσι σωφροσύνην, ἀλλὰ σωφροσύνη ἀρετή ἐστι ἥτις ἕλεται προθέσεως ἐπαινετῆς, οὗτοι δὲ μοχθηρᾶς εἰσι προθέσεως· διὸ καὶ μεταλάττουσι τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν αἱ δοκοῦσαι παρθένοι τῶν εἰδώλων.