Ancient Greek · ~3 min
Fragment 5
Origen, Commentarii in epistulam ad Romanos (e cod. Vindob. gr. 166) 5
Not analysed yet
1, 4. Τινὲς δὲ τὸ δυνάμει τῷ ἁγίῳ πνεύματι ἐπισυνάπτουσι καὶ οὕτως ἀναγινώσκουσιν· ἐν δυνάμει κατὰ πνεῦμα ὡς ἐν τῷ Ἰησοῦν τὸν ἀπὸ Ναζαρέθ, ὡς ἔχρισεν αὐτὸν ὁ θεὸς πνεύματι ἁγίῳ καὶ δυνάμει τουτέστι τῷ δυνατῷ πνεύματι, καὶ ἐν τῇ πρὸς Θεσσαλονικεῖς τὸ εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήθη ἐν ὑμῖν ἐν λόγῳ μόνον ἀλλὰ καὶ ἐν δυνάμει καὶ ἐν πνεύματι ἁγίῳ. φησὶ τοίνυν ὅτι ἀφωρίσθη ἀπὸ θεοῦ εἰς τὸ εὐαγγελίζεσθαι πάντας περὶ τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ ὃς ἐκ σπέρματος μὲν Δαυὶδ γέγονε κατὰ σάρκα, υἱὸς δὲ ὡρίσθη εἶναι θεοῦ τουτέστιν ἐκυρώθη τοῦτο ὤν, μάλιστα καὶ πλέον ἐφανερώθη τῇ δυνάμει τοῦ ἁγίου πνεύματος αὐτοῦ πρὸς ἀθανασίαν ἐκ νεκρῶν ἀναστάς· ἐθανατώθη μὲν γάρ, φησί, σαρκί, ἐζωοποιήθη δὲ πνεύματι, καὶ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως θεοῦ. πνεῦμα μέντοι ἁγιωσύνης τὸ ἁγιάζον πνεῦμα ὡς καὶ θεὸς παρακλήσεως ὁ παρακαλῶν θεός.