Ancient Greek · ~2 min
Fragment 6
Origen, Commentarii in epistulam ad Romanos (e cod. Vindob. gr. 166) 6
Not analysed yet
1, 9. Ἐπειδὴ οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνοῦσι τῷ θεῷ ἐν πνεύματι καὶ οὐκ ἐν σώματι, ἔν τε ἀληθείᾳ καὶ οὐκ ἐν τύπῳ, ἐπεὶ οὖν ὁ θεὸς πρὸς ἀντιδιαστολὴν σώματος κατὰ τὴν συνήθειαν τῆς γραφῆς, πνεῦμά ἐστι καὶ ἀσώματος, οἱ ἐν πνεύματι προσκυνοῦντες αὐτῷ ὡς χρὴ προσκυνοῦσιν αὐτῷ δι' ἀληθείας οὐ διὰ τύπων· λατρεύειν δέ ἐστι κυρίως τὸ δουλεύειν καὶ πάντας ποιεῖν ἀπὸ διαθέσεως.