Ancient Greek
Section 15
Origen, Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis) 15
Not analysed yet
21, 22 νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη θεοῦ πεφανέρωται μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν· δικαιοσύνη δὲ θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ εἰς πάντας καὶ ἐπὶ πάντας τοὺς πιστεύοντας. ὃ λέγει τοιοῦτόν ἐστιν· οὐχ ὥσπερ διὰ νόμου ἐπίγνωσις ἁμαρτίας, οὕτως καὶ φανέρωσις δικαιοσύνης θεοῦ διὰ νόμου γίνεται, χωρὶς γὰρ νόμου δικαιοσύνη θεοῦ πεφανέρωται· μείζων γάρ ἐστιν ἡ δικαιοσύνη τοῦ θεοῦ τῶν φυσικῶν ἀφορμῶν, αἵτινες οὐκ εἰσὶν αὐτάρκεις πρὸς τὸ κατανοῆσαι δικαιοσύνην, οὐχ ἁπλῶς ἀλλὰ τὴν αὐτοῦ τοῦ θεοῦ, οὗ τὰ δικαιούμενα κρίματα ἀνεξερευνητά ἐστι. διὸ νυνὶ χωρὶς νόμου πεφανέρωται ἡ τοῦ θεοῦ δικαιοσύνη, ἧς διδάσκαλός ἐστιν ὁ Χριστός, ἐν μηδενὶ παραλαμβάνων εἰς παράστασιν τῆς τοῦ θεοῦ δικαιοσύνης τὸν τῆς φύσεως νόμον. ἐμαρτυρεῖτο δὲ αὕτη, ὥσπερ ὑπὸ τῶν προφητικῶν λόγων ἐξ ἁγίου πνεύματος αἰνιγματωδῶς εἰρημένων, καὶ ὑπὸ τοῦ προφήτου Μωυσέως νόμου. καὶ μὴ θαυμάσῃς εἰ δύο σημαινόμενα τοῦ ἑνὸς ὀνόματος τοῦ νόμου ἐν τῷ αὐτῷ παρείληπται τόπῳ· εὑρήσομεν γὰρ ταύτην τὴν συνήθειαν καὶ ἐν ἄλλαις γραφαῖς· οἷον οὐχ ὑμεῖς λέγετ<ε> ἔτι τετράμηνός ἐστιν καὶ ὁ θερισμὸς ἔρχεται; ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσι πρὸς θερισμὸν ἤδη. δὶς γὰρ ἐκεῖ ὁ θερισμὸς ὀνομασθείς, κατὰ μὲν τὸ πρότερον ἐπὶ τὸν σωματικὸν ἀναφέρεται, κατὰ δὲ τὸ δεύτερον ἐπὶ τὸν πνευματικόν. εἴπερ δὲ ὁ αὐτὸς νόμος παρείληπται κατά τινας, εἰ μὲν χωρὶς νόμου πεφανέρωται οὐχ ὑπὸ νόμου μαρτυρεῖται, εἰ δὲ ὑπὸ νόμου μαρτυρεῖται οὐ χωρὶς τοῦ νόμου πεφανέρωται.