Ancient Greek
Section 16
Origen, Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis) 16
Not analysed yet
22—25 οὐ γάρ ἐστι διαστολή· πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι· διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ ὃν προέθετο ὁ θεὸς ἱλαστήριον διὰ τῆς πίστεως ἐν τῷ αὐτοῦ αἵματι. δίκαιον δὲ παραθέσθαι τοὺς μετὰ αἵματος γενομένους κατὰ τὸν νόμον ἱλασμούς, ἵν' εὑρεθῇ ἐκ τῶν παρατιθεμένων καὶ ὧν ἐστὶ σύμβολα τὰ γεγραμμένα. γέγραπται τοίνυν μετὰ τὴν τοῦ ἀρχιερέως θυσίαν ἐν τῷ Λευιτικῷ ἐὰν δὲ πᾶσα συναγωγὴ ἀγνοήσῃ, καὶ λάθῃ ῥήμα ἐξ ὀφθαλμῶν τῆς συναγωγῆς, καὶ ποιήσωσι μίαν ἁπασῶν τῶν ἐντολῶν κυρίου ἣ οὐ ποιηθήσεται, καὶ πλημμελήσωσι, καὶ γνωσθῇ αὐτοῖς ἡ ἁμαρτία ἣν ἥμαρτον ἐν αὐτῇ, καὶ προσάξει ἡ συναγωγὴ μόσχον ἐκ βοῶν περὶ τῆς ἁμαρτίας· εἶτα μετ' ὀλίγα καὶ εἰσοίσει ὁ ἱερεὺς ὁ χριστὸς ἀπὸ τοῦ αἵματος τοῦ μόσχου εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου· καὶ πάλιν μετ' ὀλίγα καὶ ποιήσει φησὶ τὸν μόσχον ὃν τρόπον ἐποίησεν τὸν μόσχον τῆς ἁμαρτίας· οὕτως ποιηθήσεται αὐτῷ καὶ ἐξιλάσεται περὶ αὐτῶν ὁ ἱερεὺς καὶ ἀφεθήσεται αὐτοῖς.