Ancient Greek
Section 3
Origen, Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis) 3
Not analysed yet
11, 12 ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς· τοῦτο δέ ἐστι συμπαρακληθῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν τε καὶ ἐμοῦ. ὡς ὄντος δὲ χαρίσματος μὴ πνευματικοῦ ἡγοῦμαι ὅτι ἀναγκαίως πρόσκειται· ἔστι γάρ τινα χαρίσματα, οὐ πνευματικά, ὡς καὶ ὁ γάμος· τὸ γὰρ πνευματικὸν οὐκ ἄν ποτε ἐμποδίσαι προσευχῇ· ἡ δὲ ἐπὶ τὸ αὐτὸ σύνοδος ἀνδρὸς καὶ γυναικὸς κωλύει. ὅτι δὲ χάρισμα ὁ γάμος δηλοῖ ὁ ἀπόστολος φήσας θέλω πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν, ἀλλ' ἕκαστος ἴδιον ἔχει χάρισμα ἐκ θεοῦ· ὃς μὲν οὕτως, ὃς δὲ οὕτως.