Ancient Greek
Section 27
Origen, Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis) 27
Not analysed yet
iv 23—25 οὐκ ἐγράφη δὲ δι' αὐτὸν μόνον ὅτι ἐλογίσθη αὐτῷ, ἀλλὰ καὶ δι' ἡμᾶς οἷς μέλλει λογίζεσθαι τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν κύριον ἡμῶν ἐκ νεκρῶν· ὃς παρεδόθη διὰ τὰ παραπτώματα ἡμῶν καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμῶν. νῦν τὸ δι' αὐτὸν μόνον εἴληπται ἀντὶ τοῦ περὶ αὐτοῦ μόνου· ἀλλὰ καὶ τὸ δι' ἡμᾶς ἀντὶ τοῦ περὶ ἡμῶν· οὐ γὰρ ἵνα Ἀβραὰμ ἐντυχὼν ὁ Μωυσέως προγενέστερος τῷ μεταγενεστέρῳ αὐτοῦ γράμματι ὠφελήθη. εἰ δὲ οὐ περὶ τοῦ Ἀβραὰμ μόνου γέγραπται τὸ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην ἀλλὰ καὶ περὶ ἡμῶν, οἱονεὶ προαναφωνοῦντος τοῦ λόγου τὴν λογισθησομένην ἐκ πίστεως δικαιοσύνην τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν Χριστὸν ἐκ νεκρῶν, πρόσχες ἐπιμελέστερον μήποτε μόνος καὶ πᾶς πιστεύει ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν κύριον ἡμῶν ἐκ νεκρῶν ὁ συνεγερθεὶς Χριστῷ, ὥστ' ἂν εἰπεῖν καὶ συνήγειρεν καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ· συνηγέρθη δὲ Χριστῷ ὁ σύμμορφος γενόμενος τῇ ἀναστάσει αὐτοῦ καὶ διὰ τὸ συναποτεθνηκέναι συζῶν αὐτῷ· εἰ γὰρ συναπεθάνομεν καὶ συζήσομεν· συναπέθανεν δὲ Χριστῷ, ἐπεὶ καὶ Χριστὸς ἀποθανὼν τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· καὶ αὐτὸς ἀποθανὼν τῇ ἁμαρτίᾳ συζῇ Χριστῷ· ζῇ δὲ Χριστῷ ὁ ἐν καινότητι ζωῆς περιπατῶν.