Ancient Greek
Section 28
Origen, Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis) 28
Not analysed yet
v 5—9 ὅτι ἡ ἀγάπη τοῦ θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ πνεύματος ἁγίου τοῦ δοθέντος ἡμῖν· ἔτι γὰρ Χριστὸς ὄντων ἡμῶν ἀσθενῶν κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανεν· μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται· ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ τάχα τις καὶ τολμᾷ ἀποθανεῖν· συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ θεὸς ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανεν· πολλῷ οὖν μᾶλλον δικαιωθέντες νῦν ἐν τῷ αἵματι αὐτοῦ σωθησόμεθα δι' αὐτοῦ ἀπὸ τῆς ὀργῆς. ὅπου μὲν ἀσθενεῖς ἢ ἁμαρτωλοὺς ὀνομάζει, καὶ ἑαυτὸν τοῖς τοιούτοις ἐμπεριλαμβάνει· ὅπου δὲ λέγει ἀσεβεῖς, οὐκέτι. καὶ τάχα εἰκότως ὁ ὑπὸ τὸν νόμον ὤν, ὃς ἠσθένει διὰ τῆς σαρκός, ἀσθενὴς μέν ἐστι καὶ ἁμαρτωλός, οὐ μὴν καὶ κατὰ τὴν συνήθειαν τῆς διαστολῆς τῶν γραφῶν καὶ ἀσεβής, λεγόντων τῶν ὑπὸ νόμον ἁμαρτανόντων τῷ θεῷ καὶ γὰρ ἐὰν ἁμαρτάνωμεν σοί ἐσμεν εἰδότες σου τὸ κράτος· ἀσεβεῖς δὲ τότε οἱ νομιζόμενοι εἶναι ὑπὸ τὸν νόμον τυγχάνουσιν, ἐπὰν ἐγκαταλιπόντες τὸν θεὸν τῶν πατέρων ζητοῦσι τοὺς θεοὺς τῶν ἐθνῶν. πρὶν δὲ προσελθεῖν ἡμᾶς θεοσεβείᾳ ἀγάπη ἐν ἡμῖν οὐ συνειστήκει, πάντα γὰρ μᾶλλον ἢ θεὸν ἀγαπῶμεν· ὅτε δὲ τοιούτων ἡμῶν ὑπαρχόντων Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε, τότε συνέστη καὶ ὑπέστη ἐν ἡμῖν ἡ τοῦ θεοῦ ἀγάπη, πάντων περιαιρεθέντων τῷ τοῦ Ἰησοῦ θανάτῳ ἀφ' ἡμῶν τῶν ἐμποδιζόντων τῇ συστάσει τῆς εἰς ἡμᾶς τοῦ θεοῦ ἀγάπης. κατὰ ταύτην οὖν τὴν διήγησιν τοῦ συνίστησιν ἀκουστέον, συνιστάντος καὶ ὑφιστάντος τοῦ θεοῦ ἐν ἡμῖν τὴν ἑαυτοῦ ἀγάπην, τὴν οὐδενὸς ἑτέρου κυρίως ἢ αὐτοῦ τοῦ θεοῦ τυγχάνουσαν. (Ὠριγενοῦς) [οὐ γὰρ μόνον τὴν ἀθάνατον ζωὴν ἀναμένομεν, ἀλλὰ καὶ κατὰ τὸν παρόντα βίον ὡς προσοικειωθέντες τῷ θεῷ σεμνυνόμεθα, τὰ κατὰ τὸν δεσπότην Χριστὸν λογιζόμενοι, ὃς μεσίτης ἡμῶν γενόμενος τὴν εἰρήνην ἐπραγματεύσατο.]