Ancient Greek
Section 42
Origen, Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis) 42
Not analysed yet
vii 15 ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω· οὐ γὰρ ὃ θέλω τοῦτο πράσσω, ἀλλ' ὃ μισῶ τοῦτο ποιῶ. ἁρμόζει τὰ ῥήματα ταῦτα λέγειν τοῖς παλαίσασι πρὸς τὰς ἐπιθυμίας διὰ δὲ ἀσθένειαν λογισμοῦ πεσοῦσι, καὶ τοῖς ὑπὸ θυμοῦ ἔσθ' ὅτε νικωμένοις καὶ ὑπὸ φόβου καὶ πράττουσιν ἃ μὴ θέλουσι καὶ ἃ μισοῦσιν· ὅταν δὲ καὶ ἀπὸ λόγου ἐπάρσεως ἡττηθέντες νικηθῶμεν ἐκ τοῦ δοκοῦντος εἶναι ἀγαθοῦ οὐ μὴν ἀληθοῦς, σύμφαμεν τῷ νόμῳ ὅτι καλὸς ποιοῦμεν δὲ τὸ καθ' ἡδονήν.