Ancient Greek
Section 48
Origen, Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis) 48
Not analysed yet
viii 26 ὡσαύτως δὲ καὶ τὸ πνεῦμα συναντιλαμβάνεται ταῖς ἀσθενείαις ἡμῶν, τὸ γὰρ τί προσευξόμεθα καθ' ὃ δεῖ οὐκ οἴδαμεν, ἀλλ' αὐτὸ τὸ πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις. τοῦτ' ἔστιν ἂν πληροῖ τὰ τῆς ἡμετέρας ἀσθενείας ἀντιλαμβανόμενον αὐτῆς, ἅμα δὲ μανθάνομεν ὅτι πᾶσιν ἀνθρωπίνη φύσις διὰ τούτων δεδήλωται. (τοῦ αὐτοῦ) ἐν δυσεξαριθμήτοις τὸ πνεῦμα ἀντιλαμβάνεται τῇ ἀσθενείᾳ ἡμῶν, οὐκ ἔλαττον δὲ καὶ ἐν τῷ προσεύχεσθαι ἡμᾶς, ἐπὰν διαβαίνωμεν ὥστε προσεύχεσθαι πνεύματι. τότε γὰρ τί προσευξόμεθα καθ' ὃ δεῖ οὐκ εἰδότες, ἀντιλαμβανομένου τοῦ πνεύματος τῆς ἐν ἡμῖν ἀσθενείας, διὰ τὴν ἀπὸ τούτου βοήθειαν προσευχόμεθα πνεύματι· εἶτ' ἐφεπομένου αὐτῷ βοηθοῦντι τοῦ νοῦ προσευχόμεθα καὶ τῷ νοΐ. ἐλλιπὴς δὲ ἡ εὐχὴ τοῦ μὴ προσευχομένου ἀμφοτέροις, ὡς δῆλον ἐκ τοῦ ἐὰν γλώσσαις λαλῶ τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπος ἐστιν. ἵνα οὖν μὴ ἄκαρπος ᾖ ὁ νοῦς, προσεύξομαί φησι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ.