Ancient Greek
Section 49
Origen, Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis) 49
Not analysed yet
viii 31, 32 τί οὖν ἐροῦμεν πρὸς ταῦτα; εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν, τίς καθ' ἡμῶν; ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν παρέδωκεν αὐτόν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ χαρίσεται ἡμῖν τὰ πάντα; ὥσπερ ἀνακ<ε>φαλαιούμενος τὰ προειρημένα καὶ ἐπ' ἐκεῖνα ἀναφέρων ταῦτά φησιν, οὐ παρὰ τὸ ἐναργὲς λέγων. ἑώρα γὰρ κατὰ τὸ καὶ ἔσεσθε μ(ι)σούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου ὡς πολλοὶ καθ' ἡμῶν, καὶ οὐ μόνον ἄνθρωποι ἀλλὰ καὶ τὰ πρὸς ἃ ἡ πάλη, ἀρχαὶ καὶ ἐξουσίαι καὶ κοσμοκράτορες τοῦ σκότους τούτου καὶ τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις καὶ αὐτὸς ὅλος ὁ πλεονεκτεῖν ἡμᾶς θέλων Σατανᾶς· μὴ παρὰ τὸ ἐναργὲς δὲ λέγων τὸ εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν, εὐτελὴς καὶ οὐδενὸς λόγου ἄξιός ἐστιν καὶ οὐδὲν δυνάμενος ἕκαστος τῶν καθ' ἡμῶν· μὴ οὖν εὐλαβεῖσθε μηδὲ ταράσσεσθε· εἰ μὲν γὰρ μόνοι ἦτε καὶ μὴ μετὰ θεοῦ πρὸς τοιούτους ἀνθιστάμενοι, κἂν εὔλογόν τι ἔχειν ἐδοκεῖτε φοβεῖσθαι ἡμᾶς· νυνὶ δὲ θεοῦ ὄντος ὑπὲρ ἡμῶν, εἰς τίνα μετρηθήσεται τὰ τοσαῦτα καθ' ἡμῶν ἢ εἰς οὐδέν;