Ancient Greek · ~3 min
32.141 to 32.143
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.141-143
Not analysed yet
(8) Ἔτι καὶ ταῦτα ἔχεσθαί μοι δοκεῖ τοῦ δεῖν τὰ περὶ τῆς τῶν ποδῶν νίψεως τροπολογεῖν· τὸ γὰρ »Εἰ ταῦτα οἴδατε, »μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτὰ« οὐδενὸς ποιητέου προειρημένου ἢ περὶ τῆς νίψεως τῶν ποδῶν, ἐπ’ ἐκείνην τὴν ἀναφορὰν ἔχει. τὰ δὲ κατὰ τὸν τόπον μαθήματα, πῶς τε πόδες μαθητῶν μολύνονται ἤδη λουσαμένων, καὶ τίνα τρόπον πλύνονται, εἰδέναι ὡς ὁ λόγος βούλεται, καὶ ποιεῖν ὡς θέλει ὁ Ἰησοῦς, ἀληθῶς μακαρίων ἐστὶν ἔργον. οὐ γὰρ τὸ τηλικοῦτον ὄνομα τὸ ›μακάριον‹ εὔλογον ἐπὶ τοῖς τυχοῦσιν φῆσαι παρεῖναί τισιν, ἐφ’ ᾧ καὶ οἰκέτης ἂν πλύνων τοὺς πόδας τοῦ δεσπότου μακάριος ἂν κατ’ αὐτὸ τοῦτο δόξαι τυγχάνειν καὶ κόλαξ καὶ ὑποκριτής· ὃ γὰρ ἡμεῖς ἀποδίδομεν, νίπτειν τοὺς πόδας μαθητῶν Ἰησοῦ μεγάλου τινός ἐστιν καὶ Ἰησοῦν ἐν ἑαυτῷ ἔχοντος καὶ ἁπαξαπλῶς μακαρίου.