Ancient Greek · ~4 min
32.178 to 32.182
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.178-182
Not analysed yet
ὥσπερ γὰρ ὁ τέλειος καὶ πάσας ἔχων τὰς ἀρετάς, τελείαν ἑκάστην ἀναλαβών, τελείαν ἔχει τὴν σοφίαν καὶ τελείαν τὴν σωφροσύνην, οὕτω δὲ καὶ τὴν εὐσέβειαν καὶ τὰς λοιπάς· οὕτως ἄν τις εἴποι τῇ τοῦ πιστεύειν ἀρετῇ τέλειος τὸ πᾶσαν ἔχειν τὴν πίστιν. ταῦτα δέ φημι ὡς οὐ κυρίως ἂν λεχθησομένης τῆς ἀτελοῦς σοφίας ἢ σωφροσύνης ἢ εὐσεβείας ἢ τῶν λοιπῶν ἀρετῶν, ἀλλὰ καταχρηστικῶς, καὶ τῶν ἐν ἑκάστῃ ἀρετῇ προκοπῶν ὁμωνύμως τῇ τελείᾳ ὀνομαζομένων. οὕτω γὰρ σοφὸς λέγεται ὁ ἁμαρτάνων μέν τινα ὡς ἐλέγχου δεῖσθαι, οὐ μὴν καὶ μισῶν τοὺς ἐλέγχοντας ἀλλὰ καὶ μᾶλλον ἀγαπῶν, καθ’ ὃ γέγραπται· »Ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε«. οὕτω δὲ καὶ σοφὸς λέγεται, ἐπιδεκτικὸς ὢν ἑτέρων θεωρημάτων σοφίας καὶ μηδέπω ἔχων τὰ δεύτερα, καθ’ ὃ λέγεται καὶ τὸ »Δίδου σοφῷ ἀφορμήν, »καὶ σοφώτερος ἔσται«. ἀλλὰ γὰρ ἐπὶ ταῦτα ἐληλύθαμεν, δεικνύντες ὅτι ἐνδέχεται τὸν ἤδη πιστεύοντα μανθάνειν τινά, ἵνα πάλιν πιστεύῃ, καὶ διὰ τῆς |προσθήκης τῶν μαθημάτων προστιθέναι τῇ πίστει.