Ancient Greek · ~2 min
Book 32, Chapter 21
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.21.275
Not analysed yet
ἐπεὶ οὖν τὸ νεύειν ἐν ταῖς Παροιμίαις εἰς διαβολὴν λαμβάνεται· ὁ γὰρ φαῦλος »ἐννεύει »μὲν ὀφθαλμῷ, φησίν, σημαίνει δὲ ποδί, διδάσκει δὲ νεύμασι »δακτύλων, καὶ διεστραμμένῃ καρδίᾳ τεκταίνεται κακά« καὶ »Ὁ ἐννεύων »ὀφθαλμοῖς μετὰ δόλου συνάγει ἀνδράσι λύπας«, λεκτέον ὅτι φαῦλον οὐ τὸ νεύειν ἐστίν, ἀλλὰ τὸ νεύειν ὀφθαλμῷ, τοῦτ’ ἔστιν πλαγιάζειν τὸν ὀφθαλμὸν καὶ μὴ ὀρθὰ βλέπειν, καὶ τὸ νεύειν μετὰ δόλου ἐστὶν τὸ ψεκτόν· νεύειν δὲ φιλομαθῶς Πέτρου ἔργον ἦν, καὶ ἀκολούθως τῷ τοιούτῳ νεύματι |λέγειν τῷ συμφοιτητῇ, ὡς παρρησίαν πλείονα ἔχοντι πρὸς τὸν διδάσκαλον· »Εἰπὲ τίς ἐστιν περὶ οὗ λέγει«.