Ancient Greek · ~2 min
32.26.328 to 32.26.329
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.26.328-329
Not analysed yet
Ἐπεὶ δὲ ὁ δοξαζόμενος ὑπό τινος δοξάζεται. ζητήσεις ἐν τῷ »Ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου« τὸ ὑπὸ τίνος; ὁμοίως δὲ καὶ ἐν τῷ »Ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ«. ὑπὲρ δὲ τῆς τῶν ῥητῶν σαφηνείας ἐπιμελῶς προσχῶμεν πρώτῳ μὲν λεγομένῳ τῷ »Νῦν »ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου«· δευτέρῳ δὲ τῷ »Καὶ ὁ θεὸς »ἐδοξάσθη ἐν αὐτῷ«· τρίτῳ δὲ τοιούτῳ συνημμένῳ »Εἰ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ, καὶ ὁ θεὸς δοξάσει αὐτὸν ἐν αὑτῷ«· τετάρτῳ δὲ τῷ »Καὶ εὐθὺς δοξάσει αὐτόν«.