Ancient Greek · ~2 min
Book 32, XIII, 31f. Ὅτε οὖν ἐξῆλθεν ὁ Ἰησοῦς λέγει· Νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ. εἰ θεὸς ἐδοξάσθη ἐν αὐτῷ καὶ ὁ θεὸς δοξάσει αὐτὸν ἐν αὑτῷ, καὶ εὐθὺς δοξάσει αὐτόν.
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.327
Not analysed yet
εἰ δὲ τῷ θανάτῳ τοῦ Ἰησοῦ δοξάσαντος τὸν θεὸν τό τε Ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισεν ἐν »παρρησίᾳ, θριαμβεύσας ἐν τῷ ξύλῳ« καὶ τὸ »Εἰρηνοποιήσας διὰ τοῦ »αἵματος τοῦ σταυροῦ αὐτοῦ, εἴτε τὰ ἐπὶ τῆς γῆς εἴτε τὰ ἐν τοῖς »οὐρανοῖς« ***ἐν τούτοις γὰρ πᾶσιν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ τοῦ θεοῦ δοξασθέντος ἐν αὐτῷ. |