Ancient Greek · ~3 min
32.314 to 32.316
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.314-316
Not analysed yet
οὐκ ἦν οὖν νὺξ τοῖς νιπτομένοις τοὺς πόδας ὑπὸ τοῦ Ἰησοῦ ἀλλ’ ἡμέρα λαμπροτάτῃ καθαιρομένοις καὶ ἀπορρυπτομένοις τοὺς ἐν τοῖς ποσὶν τῆς ψυχῆς αὐτῶν ῥύπους, καὶ κατ’ ἐξοχὴν οὐκ ἦν νὺξ τῷ ἀνακειμένῳ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ· ἠγάπα γὰρ αὐτὸν ὁ Ἰησοῦς, καὶ τῇ ἀγάπῃ ἔλυεν πάντα σκότον. ἀλλ’ οὐδὲ Πέτρῳ ὁμολογοῦντι τὸ »Σὺ »εἶ ὁ χριστός, ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος« ἀποκαλύψαντος αὐτῷ τοῦ οὐρανίου πατρός, νὺξ ἦν, ἀλλὰ νὺξ ἄμα αὐτῷ καὶ ἄρνησις ἦν. καὶ νῦν τοίνυν ὅτε λαβὼν τὸ ψωμίον ὁ Ἰούδας [καὶ] ἐξῆλθεν εὐθύς, τότε ἐξελθόντι αὐτῷ νὺξ ἦν· οὐ γὰρ παρῆν αὐτῷ ὁ ἀνήρ, ᾧ ὄνομα Ἀνατολή, καταλιπόντι ἐν τῷ ἐξεληλυθέναι τὸν τῆς δικαιοσύνης ἥλιον. καὶ ἐδίωκε μὲν τὸν Ἰησοῦν ὁ Ἰούδας, τῆς σκοτίας πεπληρωμένος· ἀλλ’ ἡ σκοτία καὶ ὁ ἀνειληφὼς αὐτὴν οὐ κατείληφευ τὸ διωκόμενον φῶς.