Ancient Greek · ~2 min
Book 32, XIII, 30. Λαβὼν οὖν τὸ ψωμίον ἐκεῖνος ἐξῆλθεν εὐθύς· ἦν δὲ νύξ.
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.317
Not analysed yet
διὸ καὶ ὅτε εἶπεν ὡς δικαιοσύνης λόγον τὸ »Ἥμαρτον »παραδοὺς αἶμα δίκαιον« »ἀπελθὼν ἀπήγξατο«, τοῦ ἐν αὐτῷ Σατανᾷ μέχρι τῆς ἀγχόνης αὐτὸν χειραγωγήσαντος καὶ ἐπὶ ταύτην αὐτὸν ἀναρτήσαντος, ὅτε καὶ τῆς ψυχῆς αὐτοῦ ὁ διάβολος ἥψατο· οὐ γὰρ ἦν τοιοῦτος ὡς λεχθῆναι περὶ αὐτοῦ ὑπὸ |κυρίου, ὅπερ εἴρηται περὶ τοῦ Ἰὼβ πρὸς τὸν διάβολον· »Ἀλλὰ τῆς ψυχῆς αὐτοῦ μὴ »ἄψῃ«.