Ancient Greek · ~7 min
32.318 to 32.325
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.318-325
Not analysed yet
(17) Ἀρχὴ τοῦ δεδοξάσθαι τὸν υἱὸν τοῦ ἀνθρώπου μετὰ τὰς ἐπὶ τοῖς σημείοις καὶ τέρασι δόξας καὶ τὴν ἐπὶ τῇ μεταμορφώσει τὸ ἐξεληλυθέναι τὸν Ἰούδαν μετὰ τοῦ εἰσελθόντος εἰς αὐτὸν Σατανᾷ ἀπὸ τοῦ τόπου, ἔνθα ἦν ὁ Ἰησοῦς. διὸ εἶπεν ὁ κύριος τὸ Νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου«. ἔτι δὲ καὶ τὸ »Ἐὰν ὑψωθῶ »ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν« εἴρηται ὑπὸ τοῦ σωτῆρος, σημαίνοντος »ποίῳ θανάτῳ δοξάσει τὸν θεόν«· ἐδόξασεν γὰρ καὶ ἐν τῷ ἀποθνήσκεν τὸν θεόν. διὰ τοῦτο, ὅτε ἡ ἀρχὴ τῆς οἰκονομίας τοῦ μέλλειν ἀποθνήσκειν τὸν Ἰησοῦν ἐνηργεῖτο, ἐξελθόντος μετὰ τὸ ψωμίον τοῦ Ἰούδα, ἵνα πραγματεύσηται κατὰ τοῦ Ἰησοῦ, εἴρηται τὸ »Νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου«. εἴτ’ ἐπεὶ οὐκ ἔνεστιν δοξασθῆναι τὸν χριστὸν μὴ ἐνδοξαζομένου αὐτῷ τοῦ πατρός, διὰ τοῦτο πρόσκειται τῷ »Νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου« τὸ »Καὶ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ«. πλὴν ἡ διὰ τὸν ὑπὲρ ἀνθρώπων θάνατον δόξα οὐ τοῦ μὴ πεφυκότος ἀποθνήσκειν ἦν μονογενοῦς λόγου καὶ σοφίας καὶ ἀληθείας, καὶ ὅσα ἄλλα εἶναι λέγεται τῶν ἐν τῷ Ἰησοῦ θειοτέρων, ἀλλὰ τοῦ ἀνθρώπου, ὃς ἦν καὶ υἱὸς τοῦ ἀνθρώπου, γενόμενος ἐκ σπέρματος Δαβὶδ τὸ κατὰ σάρκα. διόπερ ἀνωτέρω μὲν εἶπεν· »Νῦν ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν »ἀλήθειαν ὑμῖν λελάληκα«· ἐν τοῖς ἐξεταζομένοις δὲ λέγει τὸ »Νῦν »ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου«. τοῦτον δ’, οἶμαι, καὶ ὁ θεὸς ὑπερύψωσεν, γενόμενον ὑπήκοον »μέχρι θανάτου, θανάτου δὲ »σταυροῦ«· ὁ γὰρ λόγος ἐν ἀρχῇ πρὸς τὸν θεόν, ὁ θεὸς λόγος, οὐκ ἐπεδέχετο τὸ ὑπερυψωθῆναι. ἡ δὲ ὑπερύψωσις τοῦ υἱοῦ τοῦ ἀνθρώπου. γενομένη αὐτῷ δοξάσαντι τὸν θεὸν ἐν τῷ ἑαυτοῦ θανάτῳ, αὕτη ἦν. τὸ μηκέτι ἕτερον αὐτὸν εἶναι τοῦ λόγου ἀλλὰ τὸν αὐτὸν αὐτῷ.