Ancient Greek · ~2 min
Book 32, XIII, 31f. Ὅτε οὖν ἐξῆλθεν ὁ Ἰησοῦς λέγει· Νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ. εἰ θεὸς ἐδοξάσθη ἐν αὐτῷ καὶ ὁ θεὸς δοξάσει αὐτὸν ἐν αὑτῷ, καὶ εὐθὺς δοξάσει αὐτόν.
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 32.326
Not analysed yet
εἰ γὰρ »Ὁ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν«, ὡς καὶ ἐπὶ τούτου καὶ τοῦ πνεύματος μηκέτι ἂν λέγεσθαι τὸ »Δύο εἰσίν«, πῶς οὐχὶ μᾶλλον τὸ ἀνθρώπινον τοῦ Ἰησοῦ μετὰ τοῦ λόγου λέγοιμεν γεγονέναι ἕν, ὑπερυψωμένου μὲν τοῦ μὴ ἁρπαγμὸν ἡγησαμένου »τὸ εἶναι »ἴσα θεῷ«, μένοντος δὲ ἐν τῷ ἰδίῳ ὕψει ἢ καὶ ἀποκαθισταμένου ἔπ’ αὐτὸ τοῦ λόγου, ὅτε πάλιν ἦν πρὸς τὸν θεόν. θεὸς λόγος ὢν ἄνθρωπος;