Ancient Greek
1 to 3
Origen, Commentarii in Evangelium Joannis 1-3
Not analysed yet
1, 1. Καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. Αὐτάρκως κατὰ τὴν παροῦσαν δύναμιν, ἱερὲ ἀδελφὲ Ἀμβρόσιε καὶ κατὰ τὸ εὐαγγέλιον μεμορφωμένε, ἐν τοῖς πρὸ τούτων καιλαβόντες τί ἐστιν εὐαγγέλιον καὶ τίς ἡ ἀρχή, ἐν ᾗ ἦν ὀ λόγος, τίς τε ὁ λόγος ὁ ἐν ἀρχῇ, ἀκολούθως νῦν ἐπισκοποῦμεν πῶς »ὁ λόγος ἦν »πρὸς τὸν θεόν«. χρήσιμον τοίνυν συναγαγεῖν εἰς τοῦτο λόγον ἀναγεγραμμένον γεγονέναι πρός τινας, οἷον »Λόγος κυρίου, ὃς ἐγενήθη »πρὸς Ὠσηέ, τὸν τοῦ Βεηρεί« καὶ »Ὁ λόγος ὁ γενόμενος πρὸς »Ἡσαΐαν, υἱὸν Ἀμώς, περὶ τῆς Ἰουδαίας καὶ περὶ Ἱερουσαλήμ« καὶ »Ὁ λόγος ὁ γενόμενος πρὸς Ἱερεμίαν περὶ τῆς ἀβροχίας«· πῶς οὖν »λόγος κυρίου« ἐγενήθη πρὸς Ὠσηέ, καὶ ὁ λόγος ἐστὶν ὁ γενόμενος πρὸς Ἡσαΐαν, υἱὸν Ἀμώς, καὶ πάλιν »ὁ λόγος πρὸς Ἱερεμίαν περὶ »τῆς ἀβροχίας«, ἐπισκοπητέον, ἵν’ ὡς παρακείμενον εὑρεθῆναι δυνηθῇ, πῶς »ὁ λόγος ἦν πρὸς τὸν θεόν«.