Ancient Greek · ~5 min
1 to 4
Origen, Commentarii in Evangelium Joannis 1-4-4
Not analysed yet
Πᾶσα μὲν οἰκία, ὡς ἔνι μάλιστα στερρότατα κατασκευασθησομένη, ἐν εὐδίᾳ καὶ νηνεμίᾳ οἰκοδομεῖται, ἵνα μὴ ἐμποδίζηται τὴν δέουσαυ πῆξιν ἀναλαβεῖν ,ὅπως δύνηται καὶ τοιαύτη γενέσθαι ὥστε ὑπομεῖναι πλημμύρας ὁρμὴν καὶ πρόσρηξιν ποταμοῦ καὶ ὅσα φιλεῖ χειμῶνος συμβαίνοντος ἐλέγχειν μὲν τὰ σαθρὰ τῶν οἰκοδομημάτων, δεικνύναι δὲ τὰ τὴν οἰκείαν ἀρετὴν ἀπειληθότα τῶν κατασκευασμάτων. ἐξαιρέτως δὲ ἡ τῶν τῆς ἠληθείας θεωρημάτων δεκτική, λογικὴ ὡς ἐν ἀπαγγελίᾳ καὶ γράμμασιν οἰκοδομή, τότε μάλιστα οἰκοδομεῖται καλῶς συνοικοδομοῦντος τῷ προθεμένῳ τὸ ἄριστον τοῦτο ἔργον ἐπιτελεῖν τοῦ θεοῦ, ἐπὰν γαληνιάζῃ τῇ ὑπερεχούσῃ πάντα νοῦν εἰρήνῃ χρωμένη ἡ ψυχή ,πάσης ταραχῆς ἀλλοτριουμένη μένη καὶ οὐδαμῶς κυμα- τουμένη. Ταῦτα δή μοι δοκοῦσιν ἀκριβῶς κατανενοηκότες οἱ τοῦ προφη- τικοῦ πνεύματος ὑπηρέται καὶ οἱ τοῦ εὐαγγελικοῦ κηρύγματος διάκονοι ἀξίους εαυτοὺς παρειληθέναι τοῦ λαβεῖν τὴν ἐν κρυπτῷ εἰρήνην ἀπὸ τοῦ αἰδὶ τοῖς ἀξίοις διδόντος αὐτήν, τοῦ εἰρηκότος· Εἰρήνην »ἀφίημι ὑμῖν ,εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ καθὼς ὁ κόσμος »δίδωσιν εἰρήνην κἀγὼ δίδωμι εἰρήνην«. ἐπισκόπησον δὲ μήποτε τοιοῦτόν τι αἰνίττεται ἡ περὶ τὸν Δαβὶδ καὶ Σολομῶντα περὶ τοῦ ναοῦ ἱστορία. Δαβὶδ μὲν γὰρ πολέμους κυρίου πολεμῶν καὶ πρὸς πλείονας ἱστάμενος ἐχθροὺς ἑαυτοῦ καὶ τοῦ Ἰσραήλ, θέλων οἰκοδομῆσαι ναὸν τῷ θεῷ, ὑπὸ τοῦ θεοῦ διὰ τοῦ Ναθὰν κωλύεται λέγοντος πρὸς αὐτόν· »Οὐκ οἰκοδομήσεις μοι οἶκον, ὅτι ἀνὴρ αἱμάτων σύ«.