Ancient Greek
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 5-3
Not analysed yet
Σολομῶν δὲ ὄναρ τὸν θεὸν ἰδὼν καὶ ὄναρ τὴν σοφίαν λαβών ἐτηρεῖτο γὰρ τὸ ὕπαρ τῷ λέγοντι »Ἰδοὺ πλεῖον Σολομῶντος ὡδε«) ἐν βαθυτάτῃ γενόμενος εἰρήνῃ, ὡς ἀναπαύεσθαι τότε ἑκαστον ὑποκάτω τῆς ἀμπέλου αὐτοῦ καὶ ὑποκάτω τῆς συκῆς αὐτοῦ. καὶ τῆς κατὰ τοὺς χρόνους αὐτοῦ ép; vnymow ἐπώνυμος τυγχάνων Σολομῶν γὰρ ἑρμηνεύεται εἰρηνικός.) διὰ τὴν εἰρήνην σχοάζει τὸν διαβόητον οἰκοδομῆσαι ναὸν τῷ θεῷ. καὶ κατὰ τοὺς Ἔσδρα δὲ χρόνους, ὅτε νικᾷ ἡ ἀλήθεια τὸν οἶνον καὶ τὸν ἐχθρὸν βασιλέα καὶ τὰς γυναῖκας, ἀνοικοδομεῖται ὁ ναὸς τῷ θεῷ.