Ancient Greek · ~2 min
Book 1
Origen, Commentarii in Evangelium Joannis 1.65
Not analysed yet
Οὐ θαυμαστὸν δὲ εἰ τοῖς μέλλουσιν εὐαγγελίζεσθαι τὰ ἀγαθὰ Ἰησοῦς εὐαγγελίζεται τὰ ἀγαρά, οὐκ ἄλλα τυγχάνοντα ἑαυτοῦ· ἑαυτὸν γὰρ εὐαγγελίζεται ὁ υἱὸς τοῦ θεοῦ τοῖς δυναμένοις οὐ δἰ ἄλλων αὐτὸν μαθεῖν. πλὴν ὁ ἐπιβαίνων τῶν ὀρῶν καὶ εὐαγγελιζόμενος αὐτοῖς τὰ ἀγαθά, μαθητευθεὶς τῷ ἀγαθῷ πατρὶ ἀνατέλλοντι »τὸν ἥλιον ἐπὶ »πονηροὺς καὶ ἀγαθοὺς« καὶ βρέχοντι »ἐπὶ δικαίους καὶ ἀδίκους«, τοὺς τὴν ψυχὴν πτωχοὺς οὐχ ὑπερηφανεῖ.