Ancient Greek · ~6 min
10 to 15
Origen, Commentarii in Evangelium Joannis 10-4-15
Not analysed yet
πεινώντων γὰρ καὶ ἀπορούντων τῆς ἀναγκαίας τροφῆς ὅσον ἐπὶ ***οἱ λόγοι. ἀλλὰ καὶ ὕδατος ἀποροῦντες καὶ διψῶντες διεγόγγυζον κατὰ Μωϋσέως· »Τί πιόμεθα; «ὅτε »ἐβόησεν Μωσῆς πρὸς κύριον, καὶ ἔδειξεν αὐτῶ »κύριος ξύλον, καὶ ἐνέβαλεν αὐτὸ εἰς τὸ ὕδωρ καὶ ἐγλυκάνθη τὸ ὕδωρ«. καὶ μετ’ ὀλίγα, ἡνίκα ἦλθεν εἰς Ῥαφιδείν, γέγραπται ὅτι »Ἐδίψησεν ὁ »λαὸς ἐκεῖ ὕδατι, καὶ ἐγόγγυζεν ὁ λαὸς ἐκεῖ ἐπὶ Μωϋσῆν«. δόξει δὲ τοῦ δευτέρου τῶν σημαινομένων εἶναι παρὰ τῷ Παύλῳ παράδειγμα λέγοντι· »Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνι- »τεύομεν«. τὸ μὲν οὖν πρῶτον, πεινῆν καὶ διψῆν, ἀναγκαίως γίνεται τοῖς ὑγιαίνουσιν σώμασιν· τὸ δὲ δεύτερον τοῖς πεπονημένοις συμβαίνει Ζητητέον οὐν καὶ ἐκ τοῦ Πᾶς »Πᾶς πίνων ἐκ τούτου τοῦ »ὕδατος διψήσει πάλιν« ποῖον »διψήσει« λέγεται· πρῶτον ὡς ἐπὶ σωματικοῦ ἢ καὶ ***τάχα τὸ δηλούμενόν ἐστιν ὅτι κἂν πρὸς τὸ παρὸν κορεσθῇ, ἀλλ’ εὐθέως ὑποβιβασθέντος τοῦ ποτοῦ τὸ αὐτὸ πάθος πείσεται ὁ πιών, τουτέστι διψήσει πάλιν, εἰς ὅμοιον τῷ ἀρχῆθεν ἀποκαταστάς. ἐπιφέρει οὖν τὸ »Ὃς δ’ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ Λώσω αὐτῷ, γενήσεται πηγὴ ἐν αὐτῷ ὕδατος ἁλλομένου εἰς ζωὴν »αἰώνιον«. τίς δὲ ἐν ἑαυτῷ ἔχων πηγὴν διψῆσαι οἱός τε ἔσται; τὸ μέντοι γε προηγουμένως δηλούμενον τοιοῦτον ἂν εἴη· ὁ μεταλαμβάνων ***ου, φησί, βάθους λόγων, κἂν πρὸς ὀλίγον ἀναπαύσηται, παραδεξάμενος ὡς βαθύτατα τὰ ἀνιμώμενα καὶ εὑρίσκεσθαι δοκοῦντα νοήματα, ἀλλά γε πάλιν δεύτερον ἐπιστήσας ἐπαπορήσει περὶ τούτων, ὅσοις **ἐπανεπαύσατο, **τρανὴν καὶ ἔκτυπον περὶ τῶν ζητουμένων κατάληψιν οὐ δύναται τὸ νομιζόμενον ὑπ’ αὐτοῦ βάθος παρασχεῖν.