Ancient Greek
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 9-4
Not analysed yet
καὶ μαρτύριόν γε τοῦ μὲν πρώτου ἐν τῇ Ἐξόδῳ, ὅτε ἀποροῦντες τροφῶν »τῇ ἐννεακαιδεκάτῃ ἡμέρᾳ, τῷ μηνὶ τῷ δευτέρῳ ἐξεληλυθό- »των αὐτῶν ἐκ γῆς Αἰγύπτου, διεγόγγυζεν πᾶσα συναγωγὴ υἱῶν »Ἰσραὴλ ἐπὶ Μωϋσῆν καὶ Ἀαρών. καὶ εἶπαν πρὸς αὐτοὺς οἱ υἱοὶ »Ἰσραήλ· Ὄφελον ἀπεθάνομεν πληγέντες ὑπὸ κυρίου ἐν γῇ Αἰγύπτῳ, »ὅταν ἐκαθίσαμεν ἐπὶ τῶν λεβήτων τῶν κρεῶν καὶ ἠσθίομεν ἄρτους »εἰς πλησμονήν, ὅτι ἐξηγάγετε3 ἡμᾶς εἰς τὴν ἔρημον ταύτην, ἀποκτεῖ- ναι πᾶσαν τὴν συναγωγὴν ταύτην ἐν λιμῷ. εἶπεν δὲ κύριος πρὸς »Μωϋσῆν· Ἰδοὺ ἐγὼ ὕω ὑμῖν ἄρτους ἐκ τοῦ οὐρανοῦ, καὶ ἐξελεύσεται ὁ λαὸς καὶ συλλέξουσιν τὸ τῆς ἡμέρας εἰς ἡμέραν, ὅπως πειράσω »αὐτοὺς εἰ πορεύσονται τῷ νόμῳ μου ἢ οὔ«.