Ancient Greek · ~4 min
105 to 108
Origen, Commentarii in Evangelium Joannis 105-4-108
Not analysed yet
ζητητέον μέντοι ὡς πρὸς τὸ ἀληθές, τίνι ἡ σωματικὴ λατρεία ἐγίνετο ὑπὸ Ἰουδαίων· ὅτι μὲν γὰρ προκείμενον ἦν αὐτοῖς προσφέρειν τὰς θυσίας τῷ κτίστῃ τοῦ παντὸς τοῦτο δῆλον. ἄξιον δὲ ἰδεῖν τί ἐστιν τὸ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων γεγραμμένον· »Ἔστρεψεν δὲ ὁ θεὸς καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατείᾳ τοῦ οὐρανοῦ. «οὐκ οἶδα δὲ πῶς τοῦ σωτῆρος ἄντικρυς φάσκοντος ὅτι »Ἡ σωτηρία ἀπὸ τῶν Ἰουδαίων ἐστίν« οἱ ἑτερόδοξοι ἀρνοῦνται τὸν θεὸν τοῦ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, τῶν πατέρων τῶν Ἰουδαίων. ἔτι δὲ εἰ πληροῖ ὁ σωτὴρ τὸν νόμον καὶ ἴνα πληρωθῇ τὰ ἐν τοῖς προφήταις γεγραμμένα τάδε τινὰ καὶ τάδε Ι γίνεται κατὰ τὴν τοῦ κυρίου ἐπιδημίαν, πῶς οὐ σαφὲς τίνα τρόπον ἡ σω- »τηρία ἐκ τῶν Ἰουδαίων‘ γίνεται; ὁ αὐτὸς γὰρ θεὸς Ἰουδαίων καὶ ἐθνῶν, »εἴπερ εἷς θεός, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ »ἀκροβυστίαν διὰ τῆς πίστεως( οὐ γὰρ καταργοῦμεν νόμον διὰ τῆς πίστεως, ἀλλὰ ἱστάνομεν νόμον δι' αὐτῆς. 4, 23 Ἀλλ' ἔρχεται ὥρα καὶ νῦν ἐστίν, ὅτε οἱ ἁληθινοὶ προσκυνηταὶ προσκυνήσουσι τῷ πατρὶ ἐν Πνεύματι καὶ ἀληθείᾳ.