Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 109-4
Not analysed yet
Τοὺς μηδ’ ὅλως ἐπαγγελλομένους προσκυνεῖν τῷ πατρὶ οὐδὲ ὀνομάζεσθαι δεὶ προσκυνητὰς τοῦ θεοῦ· ἀλλὰ πάντων x003E; ἐπαγγελλομένων προσκυνεῖν τῷ κτίσαντι, ἐὰν οἱ μὲν μηκέτι ἐν σαρκὶ ἀλλ ἐν πνεύματι, τῷ πνεύματι περιπατεῖν καὶ ἐπιθυμίαν σαρκὸς μὴ ἐπιτελεῖν, οἱ δὲ μὴ ὦσιν ἐν πνεύματι, ἀλλ’ ἐν σαρκὶ καὶ κατὰ σάρκα στρατεύωνται, τότε λεκτέον ἀληθινοὺς μὲν προσκυνητὰς τοὺς προσκυνοῦντας τῷ πατρὶ ἐν πνεύματι καὶ μἣ σαρκί, καὶ ἐν ἀληθείᾳ καὶ μὴ τύποις, οὐκ ἀληθινοὺς όὲ τοὺς μὴ οὕτως ἔχοντας.