Ancient Greek
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 109-2
Not analysed yet
λεκτέον δὲ πρὸς αὐτὸν ὅτι ὥσπερ »ἀὰν »ἄδηλον σάλπιγξ φωνὴν δῷ οὐδεὶς παρασκευάζεται εἰς πόλεμον«, καὶ ὁ χωρὶς ἀγάπης ἔχων γνῶσιν μυστηρίων ἢ προφητείαν γέγονεν χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον, οὕτως εἰ μηδέν ἐστιν ἕτερον ἢ ἦχος ἡ προφητικὴ φωνή, πῶς ἀναπέμπων ἡμᾶς ἐπ αὐτὴν ὁ σωτὴρ »Ἐρευνᾶτε, φησί, τὰς γραφάς, ὅτι ὑμεῖς δοκεῖτε »ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν· καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι«· καὶ »Εἰ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ »ἐκεῖνος ἔγραψεν«· καὶ Καλῶς ἐπροφήτερυσεν περὶ ὑμῶν ἡσαΐας »λέγων·