Ancient Greek
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 108
Not analysed yet
Δύναται μέντοι γε τὸ »ἐγὼ φωνὴ βοῶντος ἐν τῇ »ἐρήμῳ«, καὶ τὸ ἐξῆς ἴσον εἶναι τῷ Ἐγώ εἰμι περὶ οὑ γέγραπται φωνὴ βοῶντος, ὡς βοῶντα εἶναι τὸν Ἰωάννην, καὶ τούτου τὴν φωνὴν ἐν τῇ ἐρήμῳ βοᾶν· »Εὐθύνατε τὴν ὁδὸν κυρίου«. Δυσφημότερον μότερον δὲ ὁ Ἡρακλέων περὶ Ἰωάννου καὶ τῶν προφητῶν δια- λαμβάν[ον φησὶν φησὶν ὁ λόγος μὲν ὁ σωτήρ ἐστιν, φωνὴ δὲ ἡ ἐν τῇ ἐρήμῳ ἡ διὰ Ἰωάννου διανοουμένη, ἠχος δὲ πᾶσα προφητικὴ τάξις.