Ancient Greek · ~2 min
ΤΩΝ EIΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 109-3
Not analysed yet
παρελθούσης γὰρ τῆς νυκτὸς καὶ ἐπελθούσης τῆς μετὰ ταῦτα ἡμέρας, τὸν μηδαμῶς ἀπὸ τῶν παλαιοτέρων καὶ κάτωθεν ζυμούντων ἄζυμον ἔχοντες ἄρτον φαγόμεθα, χρήσιμον ἡμῖν ἐσόμενον, ἕως δοθῇ τὸ μετὰ τὸν ἄζυμον μάννα, ἡ ἀγγελικὴ καὶ μὴ ἀνθρωπίνη τροφή. ἑκάστῳ τοίνυν ἡμῶν θυέσθω Ι τὸ πρόβατον ἐν παντὶ οἴκῳ πατριᾶς ἡμῶν, καὶ δυνατὸν ἔστω τόνδε μέν τινα παρανομεῖν μὴ θύοντα τὸ πρόβατον, τόνδε >πᾶσαν φυλάττειν τὴν ἐντολὴν θύοντα καὶ περιέψοντα καὶ ὀστέον αὐτοῦ μὴ συντρίβοντα.