Ancient Greek
110 to 112
Origen, Commentarii in Evangelium Joannis 110-3-112
Not analysed yet
καὶ οὕτως ὡς ἐν βραχέσι, συμφώνως τῇ ἀποστολικῇ ἐκόοχῇ καὶ τῷ ἐν τῷ εὐαγγελίῳ ἀμνῷ ἀποδιδόσθω τὸ τυθὲν πάσχα Χριστός. οὐ γὰρ νομιστέον τὰ ἱστορικὰ ἱστορικῶν εἶναι τύπους καὶ τὰ σωματικὰ σωματικῶν, ἀλλὰ τὰ σωματικὰ πνευματικῶν καὶ τά ἱστορικὰ νοητῶν. ἀναβῆναι τῷ λόγῳ καὶ ἐπὶ τὸ τρίτον πάσχα ἐπιτελεσθησόμενον ἐν μυριάσιν ἀγγέλων πανηγύρει ἐπι]τελειοτήτῃ κοὶ μακαριωτάτῃ ἐξόδῳ ,νῦν οὐκ ἔστιν ἀναγκαῖον, καὶ τούτων ἐπιπλεῖον καὶ περισσότερον παρ’ ὅ ἀπῄτει τὸ ἀνάγνωσμα εἰρημένων ἡμῖν. Οὐκ ἀζήτητον δὲ οὐδὲ ἐατέον πῶς Μὺς ἦν τὸ πάσχα »τῶν Ἰουδαίων«, ὅτε ἦν ὁ κύριος ἅμα τῇ μητρὶ καὶ τοῖς ἀδελφοῖς καὶ τοῖς μαθηταῖς ἐν τῇ Καφαρναούμ.