Ancient Greek
11 to 12
Origen, Commentarii in Evangelium Joannis 11-2-12
Not analysed yet
γένοιτο δ’ ὁ θεὸς ἐπήκοος ἡμῶν τῇ εὐχῇ, εἰς τὸ συνάφαι δυνηθῆανι τὸ σῶμα τοῦ λόγου, λόγου, μηκέτι μεσολαβούσης περιστάσεως διακοπὴν τοῦ τῆς τῆς γραφῆς ὁπόίαν δήποτε ἐνεργάσασθαι δυναμένης. ἴσθι δὲ ὅτι ἀπὸ πολλῆς προθυμίας δευτέραν ταύτην ἀρχὴν ποιοῦμαι ἕκτου τόμου διὰ τὸ τὰ προϋπαγορευθέντα ἡμῖν ἐν τῇ Ἀλεξανδρείᾳ οὐκ οἶδ' ὅπως μὴ κεκομίσθαι· βέλτιον γὰρ ἡγησάμην, ὑπὲρ τοῦ μὴ ἀπράκτως μοι τοῦδε τοῦ ἔργου παρελθεῖν καὶ τοῦτον τὸν χρόνον, ἤδη τῶν λοιπῶν ἄρξασθαι καὶ μὴ μετ’ ἀδήλου τοῦ εὑρεθήσεσθαι τὰ προϋπαγορευθέντα ἡμῖν ἀναμένων, ἀναμένων, οὐκ ὀλίγον ἀπολέσαι τὸ τῶν μεταξὺ ὑμερῶν. καὶ ταῦτα μὲν αὐτάρκως πεπροοι- μιάσθω· ἤδη δὲ καὶ τῆς λέξεως ἐχώμεθα. Ι, 19 Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάννου.