Ancient Greek
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 13-2
Not analysed yet
Δευτέρα αὕτη ἡ ἀναγεγραμμένη Ἰωάννου τοῦ βαπτιστοῦ περὶ Χριστοῦ μαρτυρία, τῆς προτέρας ὁρξαμένης ἀπὸ τοῦ »Οὑτος »ἠν ὁ εἰπὼν Ὁ ὀπίσω μου ἐρχόμενος« καὶ ληγούσης εἰς τὸ »Μονο»γενὴς θεὸς ὁ ὤν εἰς τὸν κόλπον τοῦ πατρὸς ἐκεῖνος ἔξηγήσατο«. Οὐχ ὑγιῶς δὲ ὁ Ἡρακλέων ὑπολαμβάνει »Οὐδεὶς τὸν θεὸν ἑώρακεν πώποτε« καὶ τὰ ἑξῆς, φάσκων εἰρῆσθαι οὐκ οὐκ ἀπὸ τοῦ βαπτιστοῦ αλλ' ἀπὸ τοῦ μαθητοῦ.